Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.21 Dem. 22.23 (English) >>Dem. 22.26

22.22ἐγὼ δʼ οἴομαι δεῖν ὑμᾶς πρῶτον μὲν ἐκεῖνο λογίζεσθαι παρʼ ὑμῖν αὐτοῖς, ὅτι πάμπολυ λοιδορία τε καὶ αἰτία κεχωρισμένον ἐστὶν ἐλέγχου. αἰτία μὲν γάρ ἐστιν, ὅταν τις ψιλῷ χρησάμενος λόγῳ μὴ παράσχηται πίστιν ὧν λέγει, ἔλεγχος δέ, ὅταν ὧν ἂν εἴπῃ τις καὶ τἀληθὲς ὁμοῦ δείξῃ. ἔστι τοίνυν ἀνάγκη τοὺς ἐλέγχοντας τεκμήρια δεικνύναι διʼ ὧν ἐμφανιοῦσι τὸ πιστὸν ὑμῖν, τὰ εἰκότα φράζειν, μάρτυρας παρέχεσθαι· οὐ γὰρ οἷόν τʼ ἐνίων αὐτόπτας ἐστὶ καταστῆσαι, ἀλλʼ ἐὰν ἐπιδεικνύῃ τίς τι τούτων, ἱκανὸν νομίζετʼ ἔλεγχον ἔχειν ὑμεῖς εἰκότως τῆς ἀληθείας ἑκάστοτε. 22.23ἡμεῖς τοίνυν οὐκ ἐκ λόγων εἰκότων οὐδὲ τεκμηρίων, ἀλλὰ παρʼ οὗ μάλιστα δίκην ἔστι λαβεῖν τούτῳ, ταῦτʼ ἐπιδείκνυμενἄνδρα παρεσχηκότα γραμματεῖον, ἐν τὰ τούτῳ βεβιωμένʼ ἔνεστιν, ὃς αὑτὸν ὑπεύθυνον ποιήσας μαρτυρεῖ ταῦτα. ὥσθʼ ὅταν μὲν λοιδορίαν ταῦτα καὶ αἰτίαν εἶναι φῇ, ὑπολαμβάνεθʼ ὡς ταῦτα μέν ἐστιν ἔλεγχος, δʼ οὗτος ποιεῖ, ταῦτα λοιδορία καὶ αἰτία· ὅταν δʼ ὅτι πρὸς τοὺς θεσμοθέτας προσῆκεν ἐπαγγέλλειν ἡμῖν, ἐκεῖνο ὑπολαμβάνετε, ὅτι καὶ τοῦτο ποιήσομεν † † † καὶ νῦν προσηκόντως περὶ τοῦ νόμου λέγομεν. 22.24εἰ μὲν γὰρ ἄλλον τινʼ ἀγῶνʼ ἀγωνιζομένου σου ταῦτα κατηγοροῦμεν, δικαίως ἂν ἠγανάκτεις· εἰ δʼ μὲν νῦν ἐνεστηκὼς ἀγών ἐστιν παρανόμων, οἱ νόμοι δʼ οὐκ ἐῶσι λέγειν οὐδὲ τὰ ἔννομα τοὺς οὕτω βεβιωκότας, ἡμεῖς δʼ ἐπιδείκνυμεν οὐ μόνον εἰρηκότʼ αὐτὸν παράνομα, ἀλλὰ καὶ βεβιωκότα παρανόμως, πῶς οὐχὶ προσήκει λέγειν περὶ τούτου τοῦ νόμου διʼ οὗ ταῦτʼ ἐλέγχεται;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.21 Dem. 22.23 (English) >>Dem. 22.26

Powered by PhiloLogic